Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.7.2 | Hdt. 2.8.2 (English) | >>Hdt. 2.10.1 |
2.8.1
ἀπὸ δὲ Ἡλίου πόλιος ἄνω ἰόντι στεινή ἐστι Αἴγυπτος . τῇ μὲν γὰρ τῆς Ἀραβίης ὄρος παρατέταται , φέρον ἀπʼ ἄρκτου πρὸς μεσαμβρίην τε καὶ νότον , αἰεὶ ἄνω τεῖνον ἐς τὴν Ἐρυθρὴν καλεομένην θάλασσαν · ἐν τῷ αἱ λιθοτομίαι ἔνεισι αἱ ἐς τὰς πυραμίδας κατατμηθεῖσαι τὰς ἐν Μέμφι . ταύτῃ μὲν λῆγον ἀνακάμπτει ἐς τὰ εἴρηται τὸ ὄρος · τῇ δὲ αὐτὸ ἑωυτοῦ ἐστι μακρότατον , ὡς ἐγὼ ἐπυνθανόμην , δύο μηνῶν αὐτὸ εἶναι τῆς ὁδοῦ ἀπὸ ἠοῦς πρὸς ἑσπέρην , τὰ δὲ πρὸς τὴν ἠῶ λιβανωτοφόρα αὐτοῦ τὰ τέρματα εἶναι .
2.8.2 τοῦτο μέν νυν τὸ ὄρος τοιοῦτό ἐστι , τὸ δὲ πρὸς Λιβύης τῆς Αἰγύπτου ὄρος ἄλλο πέτρινον τείνει , ἐν τῷ αἱ πυραμίδες ἔνεισι , ψάμμῳ κατειλυμένον , κατὰ τὸν αὐτὸν τρόπον καὶ τοῦ Ἀραβίου τὰ πρὸς μεσαμβρίην φέροντα .
2.8.3 τὸ ὦν δὴ ἀπὸ Ἡλίου πόλιος οὐκέτι πολλὸν χωρίον ὡς εἶναι Αἰγύπτου , ἀλλʼ ὅσον τε ἡμερέων τεσσέρων καὶ δέκα note ἀναπλόου ἐστὶ στεινὴ Αἴγυπτος , ἐοῦσα τῶν ὀρέων τῶν εἰρημένων τὸ μεταξὺ πεδιὰς μὲν γῆ , στάδιοι δὲ μάλιστα ἐδόκεόν μοι εἶναι , τῇ στεινότατόν ἐστι , διηκοσίων οὐ πλέους ἐκ τοῦ Ἀραβίου ὄρεος ἐς τὸ Λιβυκὸν καλεόμενον . τὸ δʼ ἐνθεῦτεν αὖτις εὐρέα Αἴγυπτός ἐστι . πέφυκε μέν νυν ἡ χώρη αὕτη οὕτω .
ch. 9
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.7.2 | Hdt. 2.8.2 (English) | >>Hdt. 2.10.1 |